Skip to content

Epistula synodalis

Saint Amphilochius of Iconium

Saint Amphilochius of Iconium

Epistula synodalis

Section 1

  1. 1

    Καὶ πρὶν κομίζεσθαι τὰ παρὰ τῆς ἀγάπης ὑμῶν γράμματα, περιήγγελλεν εἰς ἡμᾶς ἡ φήμη καὶ τὸ τῆς πίστεως ὑμῶν ἀκραιφνὲς καὶ πρὸς τοὺς κινδύνους παρατεταμένον καὶ πρὸς τὰ παθήματα τὰ ὑπὲρ Χριστοῦ καρτερικὸν καὶ τῆς εἰς θεὸν ἀγάπης καὶ τὸ τῆς μελλούσης ἐλπίδος ἐν ὑμῖν βέβαιον.

  2. 2

    ἐπεὶ δὲ καὶ τοῖς γράμμασι τῆς εὐλαβείας ὑμῶν ἐντετυχήκαμεν, εἴδομεν ὄντως ἐκκλησίας ἀποστολικῆς χαρακτῆρα καὶ ποιμένων ἀγαθῶν ζῆλον καὶ σπουδὴν ἄοκνον ἀληθινοῖς χριστιανοῖς πρέπουσαν.

  3. 3

    τὸ γὰρ μήτε τῆς ὁδοῦ μῆκος ὑπολογίσασθαι μήτε διεσπασμένως τὰς πεύσεις προσαγαγεῖν, ἀλλὰ κοινῇ διὰ τῶν γραμμάτων ποιήσασθαι τὴν ἐρώτησιν, λίαν ἡμᾶς εὐέλπιδας πεποίηκεν, ὅτι συμφώνως ἐπιστείλαντες, συμφώνως καὶ τὰς ἀποκρίσεις παρ’ ἡμῶν δέξεσθε·

  4. 4

    καὶ οἷόν τι προοίμιον τῆς τελεωτέρας ὁμονοίας τὴν ἐν τοῖς γράμμασιν ὑμῶν ὁμόνοιαν ἐδεξάμεθα.

  5. 5

    καὶ δι’ εὐχῆς μὲν ἦν ἡμῖν καὶ τὸν θαυμασιώτατον καὶ μετὰ πάσης αἰδοῦς ὀνομαζόμενον ἐπίσκοπον Βασίλειονδέξασθαι τῇ συνόδῳ καὶ κοινωνόν, μᾶλλον δ’ ἔξαρχον τῶν πρὸς ὑμᾶς πραγμάτων ἔχειν.

  6. 6

    ἐπεὶ δ’ ἐκεῖνον ἀρρωστία σώματος ὑπερβάλλουσα πρὸς τὴν ἄφιξιν διεκώλυσεν, τελείας μέν ἐστιν ὑμῶν ἀγάπης μήτε τὰ τῆς ἡμετέρας βραχύτητος παριδεῖν γράμματα.

  7. 7

    οὐ μέντοι τὴν ἁγίαν ὑμῶν ἐκκλησίαν ἄμοιρον καὶ τῆς ἐκείνου φωνῆς περιείδομεν, ἀλλ’ ἔχοντες αὐτοῦ σύγγραμμα περὶ ταύτης ἰδικῶς αὐτῷ τῆς ὑποθέσεως πεπονημένον κἀκεῖνον διὰ τοῦ γράμματος ἔχομεν ἡμῖν συμφθεγγόμενον.

Section 2

  1. 8

    Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν ἀπόκρισις;

  2. 9

    τὴν ἁγίαν σύνοδον τῶν πατέρων τῶν ἐν Νικαίᾳ σύνοδοντε καὶ ἀσάλευτον, καὶ πρὸς τὸ διηνεκὲς ἀσπάρακτον μένειν εὔχομαι.

  3. 10

    γέγονε δὲ τότε τοῖς πατράσιν ἀναγκαιότερον πλατύτερον ἐξηγήσασθαι περὶ τῆς δόξης τοῦ μονογενοῦς, ἐπειδὴ τότε νεωστὶ φυομένην τὴν αἵρεσιν τοῦ Ἀρείουἐκτραχυνθῆναι τὴν ἄκανθαν.

  4. 11

    σεσιγημένου δὲ τηνικαῦτα τοῦ κατὰ τὸ πνεῦμα ζητήματος, διὰ τοῦτο πλατύτερον μὲν οὐδὲν προσέθεσαν·

  5. 12

    τοῖς μέντοι γε συνετῶς ἀναγινώσκουσιν αὐτάρκης καὶ ἡ περὶ τοῦ πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκαλία.

  6. 13

    ὥσπερ γὰρ εἰς πατέρα καὶ υἱὸν πιστεύειν, οὕτω καὶ εἰς τὸ πνεῦμα πιστεύειν ἐδογμάτισαν, μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇ θείᾳ καὶ μακαρίᾳ τριάδι μήτε τι τῶν ἐκ τῆς τριάδος ἀποτέμνοντες εἰς τὴν τῆς πίστεως ἔκθεσιν.

  7. 14

    ἐπεὶ δὲ πρόσφατον ὁ σατανᾶς διασαλεύειν τὰς ἐκκλησίας ἐπιχειρῶν ἐνέβαλέ τισι περὶ τοῦ πνεύματος δισταγμόν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆς πίστεως, ἐξ ἧς καὶ οἱ κατὰ Νίκαιαν πατέρες

Section 3

  1. 15

    Τίς οὖν ἡμῶν ἡ τῆς πίστεως τελειότης;

  2. 16

    ἡ τοῦ κυρίου παράδοσις, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο προστάξας·

  3. 17

    πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.δῆλον ὅτι τὴν ἐντολὴν ἐδεξάμεθα οὐ μόνον εἰς τὸ βαπτίζειν οὕτως, ἀλλὰ καὶ εἰς τὸ μαθητεύειν οὕτως, ὡς διὰ ταύτης τῆς ἐντολῆς καὶ τὴν Σαβελλίουτῶν Ἀνομοίωντῶν Ἀρειανῶντῶν Πνευματομάχωνἀποφραγῆναι τὰ στόματα τῶν μὲν προσώπων καὶ τῶν ὑποστάσεων τριῶν δηλουμένων, τῆς δὲ φύσεως καὶ τῆς θεότητος μιᾶς ὁμολογηθείσης.

  4. 18

    ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν, ὡς ἐδιδάχθημεν, καὶ οὕτω πιστεύειν, ὡς ἐβαπτίσθημεν, καὶ οὕτω δοξάζειν, ὡς ἐπιστεύσαμεν.

  5. 19

    πολλὰ γὰρ τῇ διανοίᾳ περισκοποῦντες καὶ πανταχοῦ στραφέντες τοῖς λογισμοῖς οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ κτίστου καὶ τῆς κτίσεως, ὥστε, εἰ τῆς θεότητος τὸ πνεῦμα χωρίζομεν, ἀνάγκη μετὰ τῶν κτισμάτων αὐτὸ καταριθμεῖν·

  6. 20

    εἰ δέ κτίσμα τολμήσαιμεν εἰπεῖν, πῶς δυνατὸν ἐν τῷ βαπτίσματι μιχθῆναι;

  7. 21

    τὴν πολυθεΐαν οὕτως ὡς καὶ τὴν ἀθεΐαν κακίζομεν·

  8. 22

    καὶ οὔτε τρεῖς ἀρχὰς οὔτε τρεῖς θεοὺς οὔτε τρεῖς διαφόρους καταγγέλλομεν φύσεις, ἀλλὰ ἀρχὴν τῶν ὅλων τὸν πατέρα γινώσκοντες οὔτε τινὰ τῶν τριῶν ὑποστάσεων ἀθετοῦμεν καὶ τὸ σεμνὸν τῶν θείων γραφῶν καὶ τὰς ἐφ’ ἕκαστον μαρτυρίας προσάγοντες.

Section 4

  1. 23

    Ἀλλ’ ἐπειδὴ καὶ μέτρον ἐπιστολῆς ἐκφεύγει τὸ περὶ τούτων λεπτολογεῖν καὶ τὴν ὑμετέραν ἀγάπην ἐπιστεύσαμεν ἀρκεσθήσεσθαι τῷ κεφαλαίῳ τῆς ἡμετέρας ἐκθέσεως καὶ τὰ λοιπὰ προσθήσειν οἴκοθεν – δίδου γάρ φησι – καὶ ταῦτα ἀποχρώντως γεγραφέναι νομίζομεν, οἷς ἀρκεῖ βραχεῖαν προσθεῖναι παράκλησιν·

  2. 24

    παρακαλοῦμεν γὰρ μένειν ὑμᾶς υἱοὺς εἰρήνης, ἵνα πληρώσητε τὴν ἀποστολικὴν ἐντολὴν σύμψυχοι τὸ ἓν φρονοῦντες τῇ διχοστασίᾳ τὰς ἐκείνων βεβαιοῦντες εὐχάς.

  3. 25

    ἐμάθομεν γὰρ ὅσους ἄθλους ὑπὲρ τῆς ὀρθοδοξίας ὑπέστητε·

  4. 26

    τὰς οὖν ἀπειλὰς καὶ τὰς ἀνάγκας τὰς παρὰ τῶν ὑπεναντίων νικήσαντες μηδένα δῶτε διαστάσει καιρόν·

  5. 27

    μήποτε κατὰ βραχὺ παρεισρυόμενον μῖσος, ἐὰν σχῇ τόπον, μεγάλους ὑμῖν κρημνοὺς ὑποθήσει, ἀλλὰ καὶ ἐν ταῖς δοξολογίαις τὸ πνεῦμα πατρὶ καὶ υἱῷ χρὴ συνδοξάζειν καὶ εἰδέναι τοῦτο, ὅτι οἱ τὴν ἀσυγχώρητον ἁμαρτίαν διὰ τῆς εἰς τὸ πνεῦμα βλασφημίαςτοὺς Ἀρειανοὺςδιάγειν χρόνον, ἐνδόξως δὲ ἐν ἡμέρᾳ τῆς κρίσεως παραστῆναι τῷ τοῦ Χριστοῦ βήματι.

Source

Scholarly edition. Annette von Stockhausen, ed., “Epistula synodalis,” Amphilochius Iconiensis, Patristic Text Archive pta0013.pta003.pta-grc1 (Berlin-Brandenburg Academy of Sciences and Humanities, 2019; revised 22 May 2023).

Licence. Creative Commons Attribution-ShareAlike 4.0 International